«Ὁ Ἕλλην ἀληθῶς ἐγεννήθει ἴνα φιλοσοφῆ, διότι ἐγεννήθη διδάσκαλος τῆς ἀνθρωπότητος» Ἅγιος Νεκτάριος Πενταπόλεως

ΔΕΙΤΕ ΣΗΜΕΡΑ...

ΤΑ ΣΑΛΠΙΣΜΑΤΑ ΟΡΘΟΔΟΞΙΑΣ ΣΑΣ ΚΑΛΩΣΟΡΙΖΟΥΝ ΣΤΗΝ ΣΕΛΙΔΑ ΜΑΣ - ΓΙΝΕΤΕ ΚΙ ΕΣΕΙΣ ΠΡΟΣΕΥΧΗΤΙΚΗ ΑΛΥΣΙΔΑ...

ΤΑ ΣΑΛΠΙΣΜΑΤΑ ΟΡΘΟΔΟΞΙΑΣ ΣΑΣ ΚΑΛΩΣΟΡΙΖΟΥΝ ΣΤΗΝ ΣΕΛΙΔΑ ΜΑΣ - ΓΙΝΕΤΕ ΚΙ ΕΣΕΙΣ ΠΡΟΣΕΥΧΗΤΙΚΗ ΑΛΥΣΙΔΑ...
Βοηθήστε κι εσείς τους ασθενείς γύρω σας στέλνοντας στο e-mail: - s.orthodoxias@gmail.com - ή συμπληρώνοντας στην φόρμα επικοινωνίας, τα ονόματα ασθενών και σημειώστε και την ασθένειά τους, προκειμένου να τους μνημονεύουμε στις Παρακλήσεις των Αγίων και Ιαματικών Αναργύρων και της Παναγίας Βασίλισσας... γίνε κι εσύ ένας κρίκος της ΠΡΟΣΕΥΧΗΤΙΚΗΣ ΑΛΥΣΙΔΑΣ!!!

Τρίτη, 6 Ιουνίου 2017

Φουντούλης Ιωάννης: Πεντηκοστή - Γ΄ ΜΕΡΟΣ

  Αὐτό τό ὑπερφυές γεγονός τῆς ἐπιφοιτήσεως τοῦ Παρακλήτου περιγράφουν τά τρία θαυμάσια τροπάρια τῶν αἴνων καί τοῦ ἑσπερινοῦ τοῦ δ´ ἤχου. Αὐτό τό Πνεῦμα ἐγκωμιάζουν καί αὐτοῦ τήν χάρι ἐπικαλοῦνται μαζί μέ τό δοξαστικό τοῦ πλ. β´ ἤχου.




“Παράδοξα σήμερον

εἶδον τά ἔθνη πάντα ἐν πόλει Δαυίδ,

ὅτε τό Πνεῦμα κατῆλθε τό ἅγιον
ἐν πυρίναις γλώσσαις,
καθώς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο.
Φησί γάρ· Συνηγμένων τῶν μαθητῶν τοῦ Χριστοῦ,
ἐγένετο ἤχος, καθάπερ φερομένης βιαίας πνοῆς,
καί ἐπλήρωσε τόν οἶκον, οὗ ἦσαν καθήμενοι·
καί πάντες ἤρξαντο φθέγγεσθαι
ξένοις ρήμασι, ξένοις δόγμασι,
ξένοις διδάγμασι τῆς ἁγίας Τριάδος”.

“Τό Πνεῦμα τό ἅγιον,
ἦν μέν ἀεί καί ἔστι καί ἔσται
οὔτε ἀρξάμενον οὔτε παυσόμενον,
ἀλλ᾿ ἀεί Πατρί καί Υἱῷ συντεταγμένον
καί συναριθμούμενον.
Ζωή καί ζωοποιοῦν·
φῶς καί φωτός χορηγόν·
αὐτάγαθον καί πηγή ἀγαθότητος·
δι᾿ οὗ Πατήρ γνωρίζεται
καί Υἱός δοξάζεται
καί παρά πάντων γινώσκεται,
μία δύναμις, μία σύνταξις,
μία προσκύνησις τῆς ἁγίας Τριάδος”.

“Τό Πνεῦμα τό ἅγιον,
φῶς καί ζωή καί ζῶσα πηγή νοερά,
Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως·
ἀγαθόν, εὐθές, νοερόν,
ἡγεμονεῦον, καθαῖρον τά πταίσματα.
Θεός καί θεοποιοῦν·
πῦρ ἐκ πυρός προϊόν·
λαλοῦν, ἐνεργοῦν,
διαιροῦν τά χαρίσματα·
δι᾿ οὗ προφῆται ἅπαντες
καί Θεοῦ ἀπόστολοι
μετά μαρτύρων ἐστέφθησαν.
Ξένον ἄκουσμα, ξένον θέαμα,
πῦρ διαιρούμενον εἰς νομάς χαρισμάτων”.
“Βασιλεῦ οὐράνιε,
Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας,
ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν,
ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός·
ἐλθέ καί σκήνωσον ἐν ἡμῖν
καί καθάρισον ἡμᾶς ἀπό πάσης κηλῖδος
καί σῶσον, ἀγαθέ, τάς ψυχάς ἡμῶν”.